Ancient Greek · ~5 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 16, 19 >ἄνθρωπος δέ τις ἦν πλούσιος <
Not analysed yet
>Ἄνθρωπός τις ἦν πλούσιος<· ἐπειδὴ οὐκ ἐδόκει κρεῖττον εἶναι κατὰ τὸ Σολομώντειον >ὄνομα καλὸν ἢ πλοῦτον πολύν<, ἀλλὰ τοὐναντίον πλοῦτον ἔχειν πολὺν ἢ ὄνομα καλόν, διὰ τοῦτο ἐξ ὧν ἠγαπήκει καλεῖται, πλούσιος προσαγορευόμενος, οὐχ ὅσιος οὐδὲ δίκαιος· ὁ δὲ πένης ἅτε μηδὲν ἔχων ἐν τῷ κόσμῳ τούτῳ ψιλῷ ὁνόματι Λάξαρος καλεῖται. Ἀλλ᾿ ὅρα πῶς τοῦ πλουσίου τὰ χαρακτηριστικὰ τίθησιν ὁ πόντων σωτὴρ ἰδιώματα. >καὶ ἐνεδιδύσκετο< γὰρ φησιν, >πορψύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς<· καὶ οὐδὲ τὸ κύριον αὐτοῦ τίθησιν ὄνομα, ἀλλ’· >ἄνθρωπός τις ἦν< φησίν, ἵν’ ἐν τῷ κοινῷ μὲν φέρῃ τὸ ἄδηλον, ἐν τῷ ἀδήλῳ δὲ τὸ κοινὸν εισάγῃ καθυβριξόμενον. Ἀλλ᾿ ἐπὶ τῶν δικαίων οὐχ οὕτως, ἀλλὰ πῶς; >Ἄνθρωπός τις ἦν<, φησίν, >ἐν χώρᾳ τῇ Αὐσίτιδι, ὄνομα αὐτῷ Ἰώβ<, καὶ >ἄνθρωπος ἦν ἐν‘ Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών<. Ὅτου χάριν; ὅτι περὶ μέν τοῦ ἐπάγει. >καὶ ἦν ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, ἄκακος, δίκαιος, ἀληθινός, θεοεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος<, περὶ δὲ τοῦ· >καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβὴς προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ; καὶ πνεῦμα θεοῦ ἅγιον ἦν αὐτῷ<. Ἦν μὲν γὰρ καὶ Ἰὼβ πλούσιος, ἀλλ᾿ οὐ τρυφῇ καὶ ἀκολασίᾳ συζῶν, ἀλλὰ φιλοστόργῳ γνώμῃ παντὶ ἐνδεεῖ ὁ οἶκος αὐτοῦ ἠνέῳκτο, καὶ ἀδικῶν μέν οὐδένα, ἀδικουμένος δὲ μᾶλλον βοηθῶν καὶ χήραις καὶ ὀρφανοῖς τὰ πρὸς ζωὴν χορηγῶν· ταῦ γὰρ τὰ τῶν δικαίων πλουσίων δικαιώματα.