Ancient Greek · ~4 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 16, 23 >ὁρᾷ Ἀβρααμ ἀπὸ μακρόθεν καὶ Λάξαρον ἐν τοῖς κόλποις αὐτοῦ<
Not analysed yet
Ἠβουλήθη τις ἀθετῆσαι τὴν περὶ τοῦ πλουσίου καὶ τοῦ πένητος διήγησιν, κατ᾿ ἄγνοιαν τοῦ εὐαγγελίου οὕτως ἐπαπορῶν· εἰ γὰρ ἀνέκειτο, φησίν, εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον ἐξελθεῖν τὸν βίον ἀνέκειτο ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ καὶ πρὶν ἐκείνου ἄλλος, ἀλλὰ καὶ ἄλλου, φησίν, δικαίου ἐξελθόντος ὁ πτωχὸς ὑπαναστήσεται. Οὐ γὰρ ἑώρα τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ περὶ τούτων ἐπαπορῶν, καὶ ὅτι δύνατόν ἐστι μυρίους ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰρ ἅμα ἀναπαύεσθαι κοινωνοῦντας τῶν ἀποκαλυφθέντων αὐτῷ. Καὶ γὰρ καὶ Ἰωάννης ὁ ἀγαπητός, εἰ καὶ κατὰ τὴν ἱστορίαν ἐν τῷ δείπνῳ >εἰς τὸν κόλπον τοῦ Ἰησοῦ< ἀνέκειτο, τοῦ γέρως τούτου ἀξιωθεὶς ὡς ἐξαιρέτου ἀγάπης κριθεὶς ἄξιος τῆς παρὰ τοῦ διδασκάλου, ἀλλὰ τοῦτο συμβολικῶς παρίτησιν, ὅτι τῷ λόγῳ Ἰωάννης ἀνακείμενος καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι τὸν >μονογενῆ< λόγον >ἐν τοῖς κόλποις τοῦ πατρὸς< ἀναγεγράφθαι.