Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 18, 20 >τὰς ἐντολὰς οἶδας<
Not analysed yet
Ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιωνιστῶν [τε] παράνοια [καὶ Μανιχαίων], οἳ τὸν νόμον ἀλλότριον εἶναί φασι Χριστοῦ. Φησὶ γὰρ ὀ Μᾶρκος, ὅτι >ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν<· οὐκ ἂν δὲ ἐπὶ τῇ τοῦ ἀλλοτρίου πληρώσει ἠγάπησε τὸν περὶ ταύτης παῤῥησιασάμενον. Ζήτησιν δὲ κινεῖ, πῶς ἠγαπήθη ὁ μὴ μέλλων ἀκολουθεῖν ἐπὶ τὴν ζωήν. Ἔστι δέ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας· τῇ δέ πρὸς τὸ τέλειον ὀλιφωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην οὐκ εἴασε γενέσθαι τελείαν.