Ancient Greek · ~7 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 19, 22 >ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε<
Not analysed yet
Ὑπὲρ γὰρ ὅλου τοῦ βίου ἡμῶν οἱ πάντες κριθησόμεθα τότε, ἡνίκα λόγου συναιρομένου ἀχθήσεται εἰς μέσον καὶ >πᾶν ῥῆμα ἀργόν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι<,ἀλλὰ καὶ εἴ ποτέ τις >ἐπότισε ποτήριον ὕδατος ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ<. Καὶ ταῦτα ἔσται, ἡνίκα τὸ παρὰ Δανιὴλ γεγραμμένον γένηται, τό· >βίβλοι ἀνεῷχθησαν, καὶ κριτήριον ἐκάθισεν<· οἱονεὶ γὰρ πόντων τῶν λελαλημένων ἡμῖν καὶ τῶν πεπραγμένων καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν ἡμῶν φανερωθήσεται καὶ πᾶν κεκαλυμμένον ἀποκαλυφθήσεται· >τοὺς γὰρ πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον<. Μηδεὶς δὲ οἰέσθω μακρῶν τινων αἰώνων δεήσειν τῷ τοσούτῳ τῶν πάντων καὶ ὑπὲρ πάσης τῆς ἐνταῦθα ζωῆς λογουθεσίῳ. ἀθρόως γὰρ βουληθεὶς ὁ θεὸς ἀναῤῥιπίσαι ἐν ταῖς πόντων μνήμαις παρ᾿ παρ’ ὅλον τὸν βίον γεγενημένα καλὰ ἢ φαῦλα ποιήσει τοῦτο ἀφάτῳ δυνάμει καὶ ὑπομνήσει ἕκαστον ὧν ἔπραξεν, ἵνα συναισθηθέντες ὧν πεποιήκαμεν καταλάβωμεν, δι’ ἃ κολαζόμεθα ἢ τιμώμεθα. Τολμητέον γὰρ καὶ λεκτέον, ὅτι ὁ τῆς προσδοκωμένης κρίσεως καιρὸς οὐ δεῖται χρόνων· ἀλλ᾿ ὡς ἡ ἀνάστασις γένεσθαι λέγεται >ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ<οὕτως οἶμαι καὶ ἡ κρίσις. Ἐν ταύυτῇ μὲν οὖν τῇ παραβολῇ δέκα δοῦλοι εὑρίσκονται δέκα λαβόντες μνᾶς, ἕκαστος ἀνὰ μίαν, ἐν ἑτέρᾳ δέ ὁ μὲν πέντε τάλαντα, ὁ δὲ δύο, ὁ δὲ ἕν· ἀλλαχοῦ δὲ ὀφειλέται ὁ μέν πεντακοσίων, ὁ δὲ πεντήκοντα δηνρίων. Εἴ τις δέ κατανοήσει τὸ ποικίλον τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὰς πολλῷ διαφερούσας ἀλλήλων εὐφυΐας καὶ ἀφυΐας εἰς πλείονας τῶν ἀρετῶν ἢ ἐλάττονας, καὶ τάσδε τὰς ἀρετὰς ἢ τάσδε, τάχα ἂν ἐννοήσῃ, πῶς ἑκάστη ψυχὴ ἐλήλυθε, μετὰ τίνων τοῦ οἰκοδεσπότου νομισμάτων ἀναφαινομένων μετὰ τῆς τοῦ λόγου συμπληρώσεως καὶ τῆς ἑξῆς τῇ συμπληρώσενι τοῦ λόγου ἐπιμελείας καὶ ἀσκήσεως πρὸς τὰ δέοντα.