Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 23, 18 >αἶρε τοῦτον, ἀπόλυσον δέ ἡμῖν τὸν Βαραββᾶν<
Not analysed yet
Οἱ τὰ λῃστῶν φρονοῦντες και ποιοῦντες Ἰουδαῖοι και >λῃστῶν σπή- λαιον< τὸν οἶκον τοῦ θεοῦ πεποιηκότες καὶ διὰ τοῦτο ἐξ αὐτοῦ ὑπὸ τοῦ Ἰησοῦ ἐκβληθέντες περὶ μὲν τοῦ λῃστοῦ Βαραββᾶ ἐβόων· >ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν<περὶ δὲ τοῦ τῆς οἰκουμένης σωτῆρος· >σταύρου, σταύρου αὐτόν<. Διόπερ μέχρι σήμερον οἱ Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν —οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ —ἔχουσι δὲ μεθ’ ἑαυτῶν τὸν ἀπὸ >τῶν πνευματικῶν τῆς πονηρίας< Βαραββᾶν τὸν λῃστήν, ὃν ἤδη κεκρατημένον καὶ εἰς φυλακὴν βεβλημένον καθ᾿ ἑαυτῶν ἠξίωσαν ἀπολυθῆναι. Διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής.