Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 21
Not analysed yet
Ζητήσωμεν πῶς ὁ μὲν Λουκᾶς φησιν· >ἐγένοντο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ δὲ Μᾶρκος· >ὡσεὶ μεθ’ ἡμέρας ἕξ<. Ὅσον ἐπὶ τῷ ῥητῷ τῷ· >ἐγένοντο ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ Λουκᾶς μετρεῖ καὶ ταύτην τὴν ἡμέραν, [καὶ] ἐν ᾗ γίνεται, Μᾶρκος δὲ μετρεῖ τὰς μέσας μόνας, καὶ οὐκ ἔστι διαφωνία πρὸς τὸ ῥητόν· ἀλλ᾿ εἴποιμι ἂν ἀνάγων τὸν λόγον, ὅτι οὐκ εἰκῇ, ὃ ἐπηγγείλατο ὁ σωτήρ, οὐκ εὐθέως, ἀλλὰ μεθ’ ἡμέρας ἓξ πεποίηκεν. Σύμβολον δὲ αἱ ἓξ ἡμέραι τῆς κοσμοποιΐας, τοῦτ᾿ ἔστιν μετὰ τὸν κόσμον τοῦτον. Τότε γὰρ ἀναβιβάζει ὁ Ἰησοῦς εἰς τὸ ὄρος τὸ ὑψηλόν, ἐὰν ᾖ τις Πέτρος ἢ Ἰάκωβος ἢ Ἰωάννης· ἄλλος γὰρ οὐδεὶς ἀναβαίνει παρὰ τοὺς τρεῖς, ἵνα ἴδῃ τὴν μεταμόρφωσιν Ἰησοῦ καὶ τοὺς ὀφθέντας ἐν δόξῃ Μωϋσῆν καὶ Ἡλίαν.