Ancient Greek · ~2 min
9, 2 >κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι< to 9, 28 >ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<
Origen, Fragmenta in Lucam (in catenis) 9, 2 >κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι<-9, 28 >ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<
Not analysed yet
Ἔστι τις ἁμαρτία ψυχῆς θάνατος, ἣν ὁ Ἰωάννης >ἁμαρτίαν πρὸς θάνατον< λέγει· καὶ ἔστιν ἁμαρτία ψυχῆς ἀσθένεια· καὶ ἔστιν ἁμαρτία ψυχῆς ζημία, ὡς ἐνταῦθα εἴρηται τὸ >ζημιωθείς<, καὶ παρὰ τῷ ἀποστόλῳ τό· >εἴτινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται< [Ταῦτα Ὠριγένης εἰπὼν τὴν διαφορὰν οὐ προσέθηκεν.] >Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<· Ματθαῖος μὲν >ἓξ< λέγει, μήτε τὴν ἡμέραν ἐν ᾗ ἐλέχθη, μήτε τὴν ἐν ᾗ μετεβλήθη ψηφίσας, ἀλλὰ μόνας τὰς ἓξ τὰς μέσας· οὗτος δὲ ὅλας συνῆψεν.