Ancient Greek · ~1 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 23, 43 >σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ<
Not analysed yet
Οὕτως δέ τινας ἐτάραξεν ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε αὐτοὺς τολμῆσαι ὑπονοῆσαι προστεθεῖσθαι τῷ εὐαγγελίῳ ὑπό τινων ῥαδιουργόντων αὐτὸ τό· >σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ<· ἡμεῖς δέ φαμεν ἁπλούστερον μέν, ὅτι τάχα, πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν τῆς γῆς, ἀποκατέστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν πιστεύσαντα λῃστήν.