Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 23, 44 >σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν<
Not analysed yet
Ἰωάννης μὲν οὖν οὖδὲ ἐμνήσθη τούτον, Ματθαῖός τε καὶ Μᾶρκος οὔτε ἥλιον οὔτε ἔκλειψιν ὠνόμασαν. Λουκᾶς δὲ εἰπών· >τοῦ ἡλίου ἐκλείποντος< τάχα τὸ περὶ ἡμᾶς πάθος δηλοῖ, εἴτε σκοτεινῆς νεφέλης ἢ νεφῶν ὑποδραμουσῶν τὰς φθανούσας ἐπὶ τὴν Ἰουδαίαν γῆν ἡλιακὰς ἀκτῖνας ἢ τοῦ ἐκεῖσε ἀέρος παχυνθέντος συμπαθοῦντος καὶ αὐτοῦ τῷ γεγονότι, ὥσπερ ἡ περὶ τὴν Ἰουδαίαν γῆ καὶ αἱ πέτραι καὶ τὰ μνημεῖα· πολλαχοῦ γὰρ ἡ γραφὴ πᾶσαν γῆν τὴν Ἰουδαίαν ὀνομάζει· τοῦτο δὲ γέγονεν, ἵν᾿ εἰδεῖεν ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ σύνοπλον τὴν κτίσιν λαβών, ὅτε >τοῖς Αἰγυπτίοις πεπολέμηκε δι᾿ αὐτοὺς< καὶ τὸ ἡλιακὸν ἐκλέλοιπε φῶς καὶ ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος.