Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 23, 44 >τοῦ ἡλίου ἐκλιπόντος<
Not analysed yet
Περὶ ταύτης τῆς ἐκλείψεως προεφήτενοε καὶ Ζαχαρίας εἰπών· >ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς· καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ· καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νύξ· καὶ πρὸς ἑσπέραν ἔσται φῶς< εἰκὼν τὸ σκότος τοῦ ἐσκοτίσθαι τοὺς ἐπιβάλλοντας χεῖρα τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς, οὕτως νῦν τῇ μὲν ἐκκλησίᾳ φῶς, Ἰουδαίοις δὲ σκότος τριῶν ὡρῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐλλάμψεως ἁγίου πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, τάχα διὰ τοῦτο ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὁ κύριος >ὥρᾳ ἕκτῃ< ἐκρεμάσθη τῆς ἕκτης ἡμέρας, ἵνα τὸν ἐν τῇ ἕκτῃ ἡμέρᾳ. γεγονότα καὶ τῇ ἕκτῃ ὥρᾳ τοῦ παραδείσον ἐκπεσόντα πάλιν ἀνακαλέαηται.