Ancient Greek · ~2 min
Psalm 12
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 12.3
Not analysed yet
v. 3. Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Τοῦ αὐτοῦ. Ἀνθ’ οὗ ὁ Σύμμαχος ρμήνευσεν εἰπών· Μέριμναν ἐν τῇ διανοίᾳ μου καθ’ ἡμέραν. Ταῦτα δὲ, φησὶν, ἐγράφη εἰς νουθεσίαν ἡμῶν, ὅπως καὶ αὐτοὶ, διαθέσει τοῦ ταῦτα εἰρηκότος, εἰ γένοιτο ἡμῖν χρεία μετανοίας καὶ ἐξομολογήσεως ἐπί τισιν οὐκ ὀρθῶς ἡμῖν πεπραγμένοις, ταῖς αὐταῖς χρησώμεθα μεθόδοις, ὥσπερ φαρμάκοις ψυχῆς σωτηρίοις, εὐκαίρως τοῖς παροῦσι λόγοις τῆς ἐξομολογήσεως χρώμενοι.