Ancient Greek · ~3 min
Psalm 13
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 13
Not analysed yet
v. 1. Διέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Vatic. p. 650, 2. Ἐλθὼν, φησὶν ὁ Κύριος, οὐδ’ ἕνα εὗρον χρηστότητος ἐργάτην, ἀλλ’ ὑπεύθυνον πάσῃ πράξει ἀτόπῳ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, ἀλλ’ οὐχὶ ἡ φαύλη ἔννοια τάχα διαφθείρει, ἀλλ’ αὐτὸ ταύτης ἐπιτέλεσμα τῆς ἐννοίας. v. 3. Καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. Ἐγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Σωτὴρ, καὶ αὐτός ἐστιν εἰρήνη ἡμῶν. —Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. v. 4. Οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου. Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σαρκάς μου. v. 6. Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστι. Δι’ ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ Κύριος, πλούσιος ὢν, ἵν’ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν.