Ancient Greek · ~2 min
Psalm 24
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 24
Not analysed yet
v. 4. Μνήσθητι τῶν οἰκτιρμῶν σου. Vatic. p. 638, 1. Ὅποιος γάρ πότε, ἐὰν ᾖ ὁ ἄνθρωπος, ἐλέου χρῄζει τοῦ ἀπὸ Θεοῦ. v. 19. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Οἱ τοὺς δικαίους ὡς δικαίους μισοῦντες, μῖσος ἄδικον μισοῦσιν αὐτούς. v. 21. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. Λέγοις δ’ ἃν καὶ ἄλλους ἀκάκους τοὺς ἐστηρημένους κακίας, ἢ τοὺς ἁπλωστέρους εὐθεῖς δὲ, τοὺς τελείους· ἢ ἀκάκους τοὺς ἐξ ἀνθρώπων, εὐθεῖς δὲ ἀγγέλους ὑπὲρ αὐτῶν.