Ancient Greek · ~2 min
Psalm 7
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 7.5
Not analysed yet
v. 5. Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Vatic. p. 627 1. Κενός ἐστιν ὁ μὴ δυνάμενος λέγειν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος. Διόπερ καὶ οἱ τοιοῦτοι κάλαμοι λέγονται, τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία, περὶ ὧν εἴρηται· Ἐπιτίμησον γὰρ, φησὶ, τοῖς θηρίοις τοῦ καλάμου, καί· Ὁ διάβολος, φησὶν ὁ Ἰὼβ, παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον καὶ κάλαμον· οὗτος γὰρ βασιλέυς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι.