Ancient Greek · ~3 min
7.6 to 7.17
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 7.6-17
Not analysed yet
v. 6. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι. Ἵνα χοϊκὸς, ἀντὶ ἐπουρανίου, γενοίμην. v. 10. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον. Ἐὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρτωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὑτοῦ, μηκέτι πολεμούμενος ὑπ’ αὐτῶν. v. 13. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ῥομφαία ἐστὶ νοητὴ, λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος ἢ κακίας ἢ ἀγνωσίας. v. 14. Ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις. Καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι v. 17. Καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ἡ κορυφὴ νῦν τὸν νοῦν σημαίνει, εἴπερ ὁ στέφανος τῆς χάριτος, κατὰ τὸν Σωλομῶντα, ἥτις ἡ σοφία, δέδεται τ κορυφῇ.