Ancient Greek
Page 222
Origen, Homiliae in Exodum 222
Not analysed yet
γὰρ ὕπαρξις τὸ εἴδωλον· —»οὐδὲν γὰρ εἴδωλον ἐν κόσμῳ» Παῦλος φησίν· οἷον εἴ τις ἱπποκενταύρους ἢ Πᾶνας ἢ τερατώδεις τινὰς ἀναπλάσαιτο φύσεις. Πᾶν ἄρα νόημα κατὰ περιληπτικὴν φαντασίαν ἐν περινοίᾳ τῆς θείας γινόμενον φύσεως εἴδωλον πλάττει Θεοῦ, ἀλλ' οὐ Θεὸν καταγγέλλει. Γένοιτο δ' ἂν καὶ τῶν ἐν οὐρανῷ ὁμοιώματα γραφόντων ἢ καὶ γλυφόντων τινῶν ἥλιον ἢ σελήνην· ἴσως δὲ καὶ περὶ τῶν κατ' ἀστρολογίαν φησὶ δεκανῶν· ἀλλοκότους γάρ τινας διαγράφουσι δαίμονας, ἅπερ ἴσως «πνευματικὰ τῆς πονηρίας ἐν τοῖς