Ancient Greek
Page 223
Origen, Homiliae in Exodum 223
Not analysed yet
ἐπουρανίοις» ὠνόμασται κατὰ τὸν λόγον τοῦ λέγοντος Θεοῦ· «ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ». Τούτους γὰρ ἐν πίναξιν ἀστρολογικοῖς καταγράφουσιν ἔν τε φυλακτηρίοις ἀποτρεπτικοῖς δαιμόνων ἢ προτρεπτικοῖς, ἐν οἷς ἄν τις εὕροι τὰ μὲν ὁμοιώματα, τὰ δὲ εἴδωλα. «οὐ προσκυνήσεις αὐτοῖς οὐδ' οὐ μὴ λατρεύσῃς αὐτοῖς». ὁ μὲν λατρεύων καὶ προσκυνεῖ, προσκυνῶν δέ τις οὐ πάντως λατρεύει· τὸ μὲν γὰρ ψυχῆς σεβομένης, τὸ δὲ καὶ μέχρι τοῦ σχήματος· οἷά τινες ἔσθ' ὅτε καθυποκρίνονται δυναστείαν θεραπεύοντες ἢ πάθεσι χαριζόμενοι κατὰ τοὺς ἐν τοῖς Ἀριθμοῖς εἰδωλολατρήσαντας. Γέγραπται γὰρ περὶ αὐτῶν ὅτι οὐκ ἐλάτρευσαν οὐδὲ ἐδούλευσαν τοῖς εἰδώλοις