Ancient Greek
Page 227
Origen, Homiliae in Exodum 227
Not analysed yet
Θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός». «Διὰ τοῦτο ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ». —»Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής». Οὐδεὶς ἀνὴρ ἐπὶ πόρνῃ ζηλοῖ, ἀλλ' ἐπὶ γυναικὶ γαμετῇ· ἡ μὲν γὰρ πρόκειται πᾶσιν, ἡ δὲ μόνου τοῦ συνοικοῦντός ἐστιν, ἐφ' ᾗ καὶ ζηλοῖ. «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς» κατὰ Σολομῶντα. Οὕτως ἐπὶ ψυχῆς ἐχούσης ἕνα λόγον ἕνα νυμφίον· ἐπὶ