Ancient Greek
Page 226
Origen, Homiliae in Exodum 226
Not analysed yet
πονηροτέρων ποιοῦν τὰ ἔσχατα τῶν πρώτων βαρύτερα›. Κρῖνον γὰρ τὸν ὑποστρέφοντα πρὸς τοὺς δαίμονας, καὶ τὸν μετὰ ταῦτα βίον εὑρήσεις χείρω γεγονότα τοῦ πρὶν αὐτὸν προσελθεῖν τῷ Θεῷ. Οἰκεῖ γὰρ δαιμόνιον ἐν ἑκάστῳ τῶν ἐθνικῶν, ‹ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια›. Τοῦτον ἐκβαλὼν ἐὰν μὴ σχῇς τὸν εἰρηκότα· «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἔσομαι αὐτῶν Θεός», δέδωκας σαυτὸν ἐκείνῳ τε καὶ τοῖς πονηροτέροις ἑπτά· Θεοῦ γὰρ ὄντος οὐχ ἥξουσι· «τίς γὰρ μετοχὴ δικαιοσύνης καὶ ἀδικίας ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος· ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων· τίς μερὶς πιστοῦ μετὰ ἀπίστου;» . Ἡμεῖς γὰρ ‹ναὸς Θεοῦ› ἐσμὲν ‹ζῶντος›, καθὼς εἶπεν ὁ Θεός, ὅτι «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν