Ancient Greek · ~2 min
Page 319
Origen, Homiliae in Ezechielem 319
Not analysed yet
Οὐ πάντες οἱ ἐν αἰχμαλωσίᾳ ‹ἀπαχθέντες εἰς Βαβυλῶνα› διὰ τοῦ Ναβουχοδονόσορ, δι' ἁμαρτίας εἰς ‹Βαβυλῶνα› ἦλθον. Τὸ μὲν πλῆθος τοῦ λαοῦ δι' ἁμαρτίας, οἱ δὲ ἐν αὐτοῖς δίκαιοι οὔ, οἷον Δανιήλ, Ἀνανίας, Ἀζαρίας, Μισαήλ, Ἰεζεκιὴλ οὗτος, Ζαχαρίας, Ἀγγαῖος καὶ οἱ ὅμοιοι. Ἀγαθὸς ὢν ὁ Θεὸς καὶ κολάζων τοὺς ἁμαρτωλοὺς καὶ εἰς αἰχμαλωσίαν παραδιδοὺς τοὺς μὴ δυναμένους εἶναι ἐν τῇ ἁγίᾳ γῇ διὰ τὰς ἁμαρτίας—ἀσυνύπαρκτα γὰρ τἀναντία—, προφήτας ὁμοῦ πέμπει, μὴ τελέως ἀβοήθητοι γέ-