Ancient Greek · ~2 min
Page 320
Origen, Homiliae in Ezechielem 320
Not analysed yet
νωνται οἱ ἁμαρτωλοὶ αἰχμάλωτοι γενόμενοι. Τῇ γὰρ ὑποθέσει τῆς ἁμαρτίας τῶν ἁμαρτωλῶν ‹ἀπαχθέντων εἰς Βαβυλῶνα› καὶ δικαίων μὴ γενομένων παρ' αὐτοῖς θεραπεία οὐδεμία τοῖς ἁμαρτωλοῖς ἐγίνετο. Ἀφάτου οὖν ἀγαθότητος τοῦτο. Οὐ γὰρ ἀκράτῳ ἐγκαταλείψει παραδίδωσι τοὺς ἁμαρτωλούς, ἀλλ' ἐπισκέπτεται αὐτοὺς διὰ τῶν ἁγίων αὐτοῦ, περὶ ὧν εἶπεν, ὅτι ‹ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου τούτου, καὶ τὸ ἅλας τῆς γῆς›, οὐ μόνον περὶ τῶν Ἀποστόλων, ἀλλὰ καὶ περὶ τῶν ὁμοίων αὐτοῖς.