Ancient Greek · ~3 min
Page 327
Origen, Homiliae in Ezechielem 327
Not analysed yet
Ὁ Ἰεζεκιὴλ τύπον φέρει τοῦ Χριστοῦ κατὰ πολλὰ καὶ ἄρξῃ θεωρεῖν τοῦτο ἐν τοῖς προοιμίοις τῆς προφητείας. «Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, τετάρτῳ μηνί, πεμπτῇ τοῦ μηνός, κἀγὼ» φησιν «ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ ποταμοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί». Ταῦτα καὶ περὶ τοῦ Χριστοῦ γέγραπται, ὅτε ἦν ἐν τῷ κόσμῳ τούτῳ, ἐν ‹τῇ αἰχμαλωσίᾳ› ταύτῃ ἐπὶ τοῦ Ἰορδάνου, ὅτι ‹Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα›, καὶ ὅτι ‹ἠνοίχθησαν αὐτῷ οἱ οὐρανοί›. Τὰ δὲ τριάκοντα ἔτη τὰ ἐν τῇ προφητείᾳ κατὰ τὸ αἰσθητόν ἐστιν ὁ χρόνος τῆς ζωῆς τοῦ προφήτου, ‹τῆς› δὲ ‹αἰχμαλωσίας›, ἀφ' οὗ κατῆλθον, πέμπτον ἔτος. Ἀλλὰ μὴν κατὰ τὴν προσηγορίαν καὶ σύμβολον ἔχει