Ancient Greek · ~2 min
Page 323
Origen, Homiliae in Ezechielem 323
Not analysed yet
‹ὁ ἡνίοχος τῶν τεσσάρων τούτων ζώων› οὐχ ὅλος ἦν ‹πῦρ›, ἀλλ' ‹ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω›, καὶ ‹ἀπὸ ὀσφύος καὶ ἕως ἄνω ἤλεκτρον›. Οὐ γὰρ μόνα κολαστήρια ἔχει ὁ λόγος, ἀλλ' ἔχει καὶ δι' ὧν ἀναπαύει, κολάζει δὲ διὰ τῶν κάτω δυνάμεων. Οὐ γὰρ εἶδε ‹πῦρ› περὶ τὴν κεφαλήν, οὐδὲ ‹ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ ἄνω› ‹ἡνίοχος πῦρ› ἦν, ἀλλὰ ‹ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ κάτω› ‹πῦρ› ἦν· ἵνα δηλώσῃ, ὅτι οἱ ἐν γεννήσει τυγχάνοντες οὗτοι δέονται ‹πυρός›. ‹Ὀσφὺς› γὰρ γεννήσεως σύμβολον.