Ancient Greek · ~3 min
Page 337
Origen, Homiliae in Ezechielem 337
Not analysed yet
ἀπολαύσεις τῆς ‹νεφέλης› τῆς ἐνυπαρχούσης ἐν ‹τῷ ἐξαίροντι πνεύματι›. Καὶ ἔστιν αὕτη ἡ ‹νεφέλη› συγγενὴς τῆς ἐν τῷ εὐαγγελίῳ ‹νεφέλης›, ἀφ' ἧς ‹ἦλθε φωνὴ λέγουσα›· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». ‹Πνεῦμα› οὖν ‹ἐξαῖρον›, εἶτα ‹νεφέλη μεγάλη ἐν αὐτῷ›, εἶτά τι λαμπρὸν ‹φέγγος κύκλῳ αὐτοῦ›. ‹Ἦρταί› σου τὸ φαῦλον, δέδοταί σοι ‹νεφέλη›, ὥστε ‹βρέξαι ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα›. «Πῦρ ἐξαστράπτον καὶ ἐν μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου». Διχῶς ‹ἐξαίρει› τὰ φαῦλα ἀφ' ἡμῶν ὁ Θεός, ‹πνεύματι› καὶ ‹πυρί›. Ἐὰν καλοὶ καὶ ἀγαθοὶ γενώμεθα καὶ λόγῳ παιδευώμεθα, ‹πνεύματι› τὰ φαῦλα ‹ἐξαίρεται› κατὰ τὸ γεγραμμένον· «εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε». Εἰ δὲ ‹τὸ πνεῦμα› οὐκ ‹ἐξῆρε› τὰ φαῦλα ἀπ' ἐμοῦ, χρεία, οἶμαι, ‹τοῦ πυρός›.