Ancient Greek · ~2 min
Page 340
Origen, Homiliae in Ezechielem 340
Not analysed yet
ἔστιν ἰδεῖν ἐν ἑκάστῳ ‹ζώῳ› τὴν ψυχήν, ἐν ἑκάστῳ δὲ ‹προσώπῳ› τὰς δυνάμεις αὐτῆς, τὸ λογιστικὸν ἐν τῷ ‹ἀνθρώπῳ›, τὸ θυμικὸν ἐν τῷ ‹λέοντι›, τὸ ἐπιθυμητικὸν ἐν τῷ ‹μόσχῳ›, ἐν δὲ τῷ ‹ἀετῷ› τὴν βοηθοῦσαν δύναμιν. Ὅθεν οὔτε ‹ἐκ δεξιῶν› ταῦτα εἶπεν οὔτε ‹ἐξ ἀριστερῶν›, ἀλλὰ δηλονότι τῶν τριῶν ‹ἀνωτέρω›. Τοῦτο δέ ἐστιν, ὡς φαίνεται, τὸ πνεῦμα τοῦ ‹ἀνθρώπου› τὸ ἐν αὐτῷ, τὸ βοηθοῦν τῇ ψυχῇ . . . Οὕτως οὖν ἐλαύνεται πάντα ὑπὸ τοῦ λόγου τοῦ Θεοῦ . . . ἐλαύνεται οὖν ἤτοι κυβερνᾶται τὰ ὑπερουράνια, ‹τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια›.