Ancient Greek · ~2 min
Page 355
Origen, Homiliae in Ezechielem 355
Not analysed yet
μεριμνῶσι περὶ τῆς πνευματικῆς ζωῆς καὶ τῆς κατὰ τῶν νοητῶν θεωρίας, ἀλλὰ τὰ τοῦ βίου, οὗτοι ‹τὰ ἴδια διανοήματα τίθενται ἐπὶ τὴν καρδίαν αὐτῶν› καὶ οὐχὶ τοὺς λόγους τοῦ Θεοῦ. Καὶ οὐ χρὴ οὕτως, καὶ μάλιστα ‹πρεσβυτέρους τοῦ Ἰσραήλ›. Διόπερ οἱ τοιοῦτοι ‹τίθενται τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν πρὸ προσώπου αὐτῶν›. Καὶ γὰρ ἡμεῖς ἐσμεν αἴτιοι τῶν κολάσεων ἡμῶν, ὡς καὶ δηλοῖ ὁ λέγων· «πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε».