Ancient Greek · ~2 min
Page 378
Origen, Homiliae in Ezechielem 378
Not analysed yet
‹Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ›, ἐντολὴν ἔχει ‹ὁ πρῶτος σιωπᾶν πάντως›. Οὐκ ἐξιστάμενοι οἱ προφῆται προεφήτευον τῷ λαῷ, ἀλλ' ἐν τῷ κατὰ φύσιν ἱστάμενοι καὶ ἑκόντες καὶ εἰδότες ὑπούργουν τῷ πρὸς αὐτοὺς γιγνομένῳ λόγῳ· ὅστις λόγος οὐ κατὰ βούλησιν ἀνθρώπου ἠνέχθη ποτέ, ἀλλ' ἐκ Θεοῦ φέρεται εἰς ἀνθρώπους, οἵτινες ἄνθρωποι ἑκόντες ὑπουργοῦσιν αὐτῷ. Διὰ τοῦτο καὶ ὁ Βαλαὰμ παραγγέλλεται ‹λαλεῖν τὰ ὑποβαλλόμενα αὐτῷ›, ὡς αὐτεξουσίως ἔχων καὶ τοῦ μὴ ‹λαλῆσαι› αὐτά. Καὶ τοῦτο δὲ αὐτὸ βεβαιοῖ Ἰωνᾶς.