Ancient Greek · ~3 min
Page 426
Origen, Homiliae in Ezechielem 426
Not analysed yet
Κατὰ μὲν τὸ ῥητὸν ὁ πρῶτος ‹ἀετός› ἐστιν ὁ Ναβουχοδονόσορ, ὃς ‹εἰσῆλθεν εἰς τὸν Λίβανον›, τὴν ‹Ἱερουσαλήμ›, καὶ ‹ἔλαβεν ἐκ τῶν ἄκρων τῆς κέδρου› ‹τὸν βασιλέα τῆς Ἱερουσαλὴμ καὶ τοὺς ἄρχοντας αὐτῆς› καὶ ‹ἤνεγκεν εἰς γῆν Χαλδαίων›, ‹εἰς τὴν Βαβυλῶνα›· ‹Ἐφύτευσε› γὰρ ἐν τῇ αἰχμαλωσίᾳ λαβὼν τοὺς υἱοὺς Ἰσραὴλ σὺν ‹τοῦ βασιλικοῦ σπέρματος› καὶ τοῦ ἀρχοντικοῦ καὶ τὸ ἄλλο πλῆθος γέγονεν εἰς ‹ἄμπελον›, οὐχ οὕτως ἰσχυρὰν ὡς ὅτε ἦν μετὰ Θεοῦ. ‹Ὁ δεύτερος ἀετὸς› ὁ ‹Φαραώ› ἐστι. Γέγονε ‹πόλεμος τοῦ Φαραὼ› πρὸς Ναβουχοδονόσορ καὶ λαβόμενος ἀφορμὴν ὁ λαὸς ἠβουλήθη ἀφηνιάσαι ἀπὸ τοῦ ζυγοῦ τοῦ Ναβουχοδονόσορ, εἰς ὃν παρέδωκεν αὐτοὺς ὁ Θεὸς διὰ τὰς ἁμαρτίας αὐτῶν, καὶ προσκλῖναι τῷ ζυγῷ τοῦ ‹Φαραὼ› οὐ κατὰ