Ancient Greek · ~2 min
Page 396
Origen, Homiliae in Ezechielem 396
Not analysed yet
«Καὶ ᾠκοδόμησας ἑαυτῇ οἶκον πορνικόν». Ἐὰν ἴδῃς ψυχὴν ἐγκειμένην τοῖς βουλομένοις ἐρασταῖς, ὄψει ὅτι ‹πεποίηκεν οἴκημα πορνικὸν› καὶ ἐπιδέχεται πάντας τοὺς προαιρουμένους ‹πορνεύειν› μετ' αὐτῆς, δηλονότι τὰς ἀκαθάρτους δυνάμεις. Καὶ μετ' ὀλίγα· Ἔχει ἡ ψυχὴ κάλλος ὑπὲρ τοὺς μοιχούς· ἐκεῖνοι γὰρ ἀπώλεσαν τὸ ἑαυτῶν κάλλος. Διὰ τοῦτο καὶ μοιχοί εἰσι καὶ ἐρῶνται φθεῖραι αὐτῆς τὸ κάλλος . . . Ἐν τῇ σωματικῇ πορνείᾳ σώματα ‹φθείρεται› καὶ ἐν τῇ πνευματικῇ πορνείᾳ ‹νοήματα φθείρεται›. Καὶ τοῦτο δηλοῖ ὁ Ἀπόστολος.