Ancient Greek
Page 23
Origen, Homiliae in Genesim (in catenis) 23
Not analysed yet
ζητεῖται δὲ ποταπὸν δεῖ νοῆσαι τὸ σχῆμα τῆς κιβωτοῦ· ὅπερ νομίζω, φησίν, ὅτι πυραμοειδές ἐστιν, ἀρχόμενον ἀπὸ μήκους τʹ πήχεων, ἀπὸ δὲ πλάτους νʹ καὶ ἐπὶ λʹ τοῦ ὕψους πήχεις ἐπισυναγόμενον, ὥστε τὴν κορυφὴν γενέσθαι μήκους καὶ πλάτους πῆχυν. Ἔστω δὲ τὰ μὲν κάτω αὐτῆς, ἅπερ ὠνόμασται κατάγαια, ὀροφῶν βʹ, τὰ δὲ ὑπὲρ τὰς δύο ὀροφὰς ἐπὶ τὸ ἀνωτέρω ὀροφῶν γʹ. Τοῦτο δὲ καὶ ὁ Σύμμαχος σαφῶς ἐξέθετο εἰπών· «κατὰ τὰ δίστεγα καὶ τρίστεγα ποιήσεις αὐτήν». Νοείσθω δὲ καθ' ἑκάστην ὀροφὴν ἀπο<δια>λαμβανόμενα χωρία ὑπὲρ τοῦ χωρίζεσθαι τὰ ἀνομοιογενῆ ζῷα ἅπερ καλεῖ νοσσιάς, ὁ δὲ Σύμμαχος καλιάς. Τετράγωνα δὲ ἔστω τὰ ξύλα· πρῶτον μὲν ἵνα μὴ πολὺς χρόνος καταναλίσκηται εἰς διαίρεσιν αὐτῶν· ἔπειτα, ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἵν' ἐξ ὁλοκλήρων ξύλων γινομένη ἀσφα-