Ancient Greek · ~5 min
Page 24
Origen, Homiliae in Genesim (in catenis) 24
Not analysed yet
λεστέρα τυγχάνῃ· ἤμελλε γὰρ καὶ ὄρεσι προσπελάζειν καὶ ζάλην οὐ μικρὰν ὑφίστασθαι, πρὸς ἅπερ οὐκ ἀντεῖχεν εἰ μὴ ἐξ ὁλοκλήρων κατεσκεύαστο ξύλων. Αἱ δὲ νοσσιαὶ καὶ διεχώριζον τὰ ζῷα καὶ σύνδεσιν εἰργάζοντο τῷ κατασκευάσματι. Ὑπὲρ δὲ τοῦ μὴ ἔχειν παρείσδυσιν τὸ ὕδωρ ἀσφάλτῳ περιαληλίφθω ἔξωθέν τε καὶ ἔσωθεν· Εὖ δὲ καὶ τὸ εἶναι τὸ μῆκος τοῦ πλάτους μεῖζον· οὕτω γὰρ εὐκίνητον ἦν· τοιαῦτα γὰρ τὰ σκάφη τῆς ἀναλογίας φυλαττομένης τῷ σχήματι. Ἅμα δὲ καὶ πρὸς τοσοῦτον ὕδωρ ἐτύγχανεν ἀσφαλὲς οὔτε περιτραπῆναι διὰ τὸ σχῆμα δυνάμενον ἐξ ἀνέμων ἢ τῶν κυμάτων οὔτε κλινόμενον ἢ πλαγιαζόμενον· τρόπον δὲ οἰκίας τεθεμελιωμένης ἑστώσης ἐν ὕδατι τῆς κιβωτοῦ. Καὶ οὐκ ἄν τις ἀσφαλέστερον ἐπινοήσειε σχῆμα πρὸς τοσαύτην φοράν τε καὶ βίαν. Εἰ δὲ ὅτι τετράγωνος κάτωθεν γέγονέ τις λέγοι, καὶ τοῦτο οὐκ ἀπεικότως· ἐπείπερ οὐκ εἰς τὸ πλεῖν προηγουμένως, ἀλλ' εἰς τὸ φυλάττειν ἐγένετο· ἄλλως τε καὶ κατεποντοῦτο ταχέως, εἰ μὴ τετράγωνον ἦν. Παραδέδοται δὲ οὐκ ἀπιθάνως ἥ τε χρεία τῶν δύο καταγαίων ὀροφῶν κεχωρισμένων παρὰ τὰς ἀνωτέρω καὶ τῶν τριῶν ἰδίᾳ ὠνομασμένων· ἐπεὶ γὰρ ἐνιαυτὸν πεποίηκε πάντα τὰ ζῷα ἐν τῇ κιβωτῷ, πάντως ἔδει πρόνοιαν γενέσθαι τῆς τε ἐπιτη-