Ancient Greek
Page 29
Origen, Homiliae in Genesim (in catenis) 29
Not analysed yet
ξαντος τοῦ θεοῦ ‹δύο δύο› ἀπὸ τῶν ἀκαθάρτων εἰσέρχεσθαι ζῴων εἰς τὴν κιβωτόν>. Εἰ δὲ χρὴ ἐπὶ τοῦ τρανότερον νοῆσαι τό· «ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν» ἐκθέσθαι τὸν οἱονεὶ ἀρχιτεκτονικὸν περὶ τῆς κιβωτοῦ λόγον, φέρε, ὡς ὑποπέπτωκεν ἡμῖν καὶ μεμαθήκαμεν, αὐτὸν ἐκθώμεθα. Νόει μοι τριακοσίων πηχέων τῶν εἰρημένων κατὰ τὴν καλουμένην δύναμιν εἶναι κατωτάτω τὸ τῆς κιβωτοῦ μῆκος καὶ πεντήκοντα πλάτος, εἶτα κατὰ πῆχυν ἐπισυνάγεσθαι τοῦ μὲν μήκους ιʹ πήχεις, τοῦ δὲ πλάτους ἕνα δίμοιρον· ὥστε γενέσθαι τὸ τριακοστὸν τοῦ ὕψους πῆχυν, δέκα μὲν τοῦ μήκους, ἑνὸς δὲ καὶ διμοίρου τοῦ πλάτους· εἶτα μετὰ τοῦτο συντελεῖσθαι εἰς πῆχυν τὴν ἐπισυναγωγήν. Εἰ δέ τῳ βίαιος εἶναι δόξει ὁ πῆχυς τριακοστὸς καὶ πρῶτος ὢν τοῦ ὕψους, προσεχέτω τῇ λέξει λεγούσῃ· «καὶ λʹ πήχεων τὸ ὕψος αὐτῆς· ἐπισυναγαγὼν ποιήσεις τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν <ἄνωθεν>«. Οἶμαι γὰρ ἐμφαίνεσθαι μετὰ τό· «καὶ λʹ πήχεων τὸ ὕψος» τὸν πρῶτον καὶ τριακοστὸν πῆχυν διὰ τοῦ· «καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν». Ἐγένετο δὲ οὕτως ἵνα ἡ τῶν ὑδάτων ἐπιφορὰ ἔχῃ τὸν ὄλισθον καὶ μὴ καθάπερ εἰς πέτραν παντόθεν ἔχουσαν ὕψος προσαράττῃ τὰ κύματα. Καὶ τὸ τὴν θύραν δὲ ἐκ πλαγίων γενέσθαι ἐπιτηδείως προσετάττετο· ἐν ὀροφῇ μὲν γὰρ εἰ γέγονεν ἐκ τῶν ὄμβρων ἐπλήρου τὴν κιβωτόν,