Ancient Greek · ~4 min
Page 28
Origen, Homiliae in Genesim (in catenis) 28
Not analysed yet
βουλόμενος ὡς οὐχ ἅγια τὰ Μωυσέως συγγράμματα τοῦτο ἐπαπορήσας ἐπιφέρει, τό· ψευδὴς ἄρα ὁ μῦθος· οὐκ ἄρα ἐκ θεοῦ ἡ γραφή· μὴ συνιὼν ποδαποὺς τριακοσίους πήχεις καὶ ποδαποὺς πεντήκοντα πηλίκους τε τριάκοντα ὠνόμασεν ἐπὶ τῆς κατασκευῆς τῆς κιβωτοῦ ἡ γραφή. Ἐμάθομεν δὲ ἡμεῖς ἀπό τινος τῶν παρ' Ἑβραίοις ἐλλογίμων, ὡς ἄρα οἱ τʹ πήχεις ὠνομάσθησαν ὡς ἡ καλουμένη παρὰ τοῖς γεωμέτραις δύναμις τοῦ ἀπὸ τοῦ τριακόσια τετραγώνου, ὡς εἶναι τοὺς πήχεις τοῦ μήκους ἐν τῷ κάτω ἐπιπέδῳ θʹ μυριάδας· οὕτω δὲ καὶ τοῦ πλάτους δισχιλίους πεντακοσίους καὶ τοῦ ὕψους ἐννακοσίους. Καὶ γὰρ πάνυ ἂν εἴη ἀτοπώτατον τὸν ‹παιδευθέντα πάσῃ σοφίᾳ Αἰγυπτίων› τῶν γεωμετρικωτάτων μάλιστα, καὶ ἐν οἴκῳ βασιλέως ἀνατραφέντα μὴ συνεωρακέναι, ὅτι οἱ κοινότερον νοηθέντες τʹ τοῦ μήκους καὶ νʹ τοῦ πλάτους καὶ λʹ τοῦ ὕψους οὐδὲ ἐλέφαντας ἂν ἐχώρησαν τάχα που δʹ καὶ τὰς τούτων ἐπ' ἐνιαυτὸν τροφὰς <προστά-