Ancient Greek
Chapter 40
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 40.27
Not analysed yet
κζʹ. Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ [καὶ μηκέτι γινέσθω]; Vat. 806, 2. Πόλεμον ἐνταῦθα λέγει τὴν ταραχὴν, τὴν ἀγριότητα, τὸ χρίμψασθαι αὐτοῦ. Πῶς γίνεται, φησί; τοιοῦτόν ἐστι θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀπόπληκτον. Δύνασαι δὲ αὐτὸν, φησὶ, τῇ σῇ δυνάμει καταδῆσαι; ἢ ὅλως μνησθῆναι καὶ ἐννοῆσαι τὸν μέλλοντα γίνεσθαι ἐν τῷ σώματι αὐτοῦ πόλεμον; Σῶμα δὲ αὐτοῦ δαίμονας λέγει, ὡς αὐτοῦ κεφαλὴ ὄντος· τοῦτον δὲ τὸν πόλεμον ἐνίκησε διὰ, τοῦ τροπαίου τοῦ σταυροῦ ὁ Κύριος. δέ· Τὸ μηκέτι γινέσθω, ἐπειδήπερ ἅπαξ γέγονεν ὁ σταυρός· ὃς γὰρ ἀπέθανε τῃ ἁμαρτίᾳ, φησὶν, ἀπέθανεν ἐφάπαξ.