Ancient Greek · ~2 min
ΚΕΦ ΛΒ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 1-4
Not analysed yet
Στίχ. α´. Καὶ ἐπαύσατο ἰὼδ ῥήμασιν. Ἡσύχασαν δὲ καὶ σἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώδ. Ἦν γὰρ Ἰὼδ δίκαιος ἐναντίον αὐτῶν. Οὐχ ἀπλῶς ἐπαύσατο. Καρδία δὲ ἦν αὐτοῦ νοοῦσα τὰ θεῖα, οὐκ ἐπαύσατο. Ἤδη γὰρ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν, καιρὸς τοῦ σιγᾷν καὶ καιρὸς τοῦ λαλεῖν. Ὅτε οὖν καιρὸς τοῦ ἀποκρίνασθαι πρὸς τοὺς τρεῖς, ἔλεγεν· ὅτε ἦν καιρὸς, μετὰ τὸ ἐπιστομίσαι αὐτοὺς, ἐσίγησε. Καὶ οἶμαι ἐν ἐπαίνῳ λέγεσθαι τὸ, Ἐπαύσατο ὁ Ἰώβ.