Ancient Greek · ~2 min
7 to 10
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 7-4-10
Not analysed yet
Στίχ. ζ´. Διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγελαι τὸν ἐμαυτοῦ ἐπιστήμην (21). Ἐπιστήμην ἔχει, πῶς ἄνθρωποι πάσχουσι· διὰ τί ἄνθρωποι ἐν περιστάσεσί τισιν ἐν τῷ βίῳ τούτῳ μόνῳ γίνονται· ὅσοι ἄδικοι ὄντες εὐτυχοῦσιν. Εἶδον ἀδικοῦστας καὶ παρανομοῦντας, καὶ ἐμοῦ παρὰ μινρόν ἐσαλεύθησαν οἱ πόδες. Ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνον ἐνίδω, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. Στίχ. ι´. Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί. (22) Οὐ γὰρ ἀνάγκη, φησὶ, τοὺς πρεσβύτας μόνους εἶναι σοφούς· ἀλλʼ ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον. Εἰ γὰρ χρόνος ποιεῖ σοφοὺς, πολλῷ μᾶλλον Θεός.