Ancient Greek · ~2 min
12 to 16
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 12-5-16
Not analysed yet
(19) Στίχ. ιβ´. Διέσωσα γὰρ πτωχὸν ἐκ χερός δυνάστου. Ἴδωμεν αὐτοῦ τὰ ἀνδραγαθήματα, καὶ ἁπλώσωμεν. Καὶ κατὰ τὸ ῥητὸν ἔχει λόγον τοῦτο, καὶ κατ᾿ ἀναγωγὴν ἔχει πολλῷ μᾶλλον ἑρμηνείαν. Κατὰ τὸ ῥητὸν, ὅση δύναμις, ὀφείλομεν βοηθεῖν τοῖς πτωχοῖς, ὑπὸ τῶν δυνατῶν καταδυναστευομένοις. Στέχ. ιε´. Ποῦς δὲ χωλῷ. Αὐτὸς ἐχαρίζετο καὶ τοῖς κεχωλωμένοις τὰς βάσεις, τῆς ψυχῆς πόδας· καὶ τῷ λόγῳ ἐγίνετο αὐτὸς αὐτῶν ποῦς. (20) Στίχ. ις´. Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐβιχνίασα. Διδάσκει ἡμᾶς πῶς δεῖ δικάζειν, ἐάν ποτε κληθῶμεν ἐπὶ δίαιταν ἀδελφῶν, ὥστε διαιτῆσαι τὰ κατʼ αὐτούς.