Ancient Greek · ~3 min
ΚΕΦ. ΚΘ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 11-4
Not analysed yet
(15) Στίχ. ια´. Ὅτι ὡτίον ἤκουσε, καὶ ἐμακάρισέ με. Τοῦ αὐτοῦ. Ὡσπερ γέγραπται περὶ τοῦ Μωυσέως, ὅτι ηὐλαβεῖτο κατεμβλέψαι κατενώπιον τοῦ Θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος αὐτοῦ οὕτως νοήσας (16) ἂν, ὅτι ὑπερβολὴ ἦν προκοπῆς τῆς ἐν σοφίᾳ τοῦ Ἰὼβ, ὥστε τοὺς ἀκούοντας αὐτοῦ μὴ δύνασθαι ἐνορᾷν τῇ μαρμαρυγῇ τῶν νοημάτων αὐτοῦ, καὶ μὴ δυναμένους διὰ τοῦτο ἐκκλίνειν τοὺς ὀφθαλμοὺς αὐτῶν, μὴ παρακολουθοῦντας τῇ βαθυτάτῃ (17) τῆς διανοίας αὐτοῦ. Διὰ τοῦτο λέγει· (18) Στίχ. ια´. Ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν. Ὁ μὲν Ἀκύλας καὶ Σύμμαχος. Ἐμαρτύρησε περὶ ἐμοῦ, ἐκδεδώκασιν· ἕτεροι δὲ, Ὀφθαλμὸς δὲ ἰδὼν ἐξέκλινεν, ἀντὶ τοῦ· Οὐκ ἰσχύω (18) ἀντειπεῖν.