Ancient Greek · ~2 min
ΚΕΦ ΛΒ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 11-5
Not analysed yet
Στίχ. ιη΄ Ὠλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. (23) Ὥσπερτις ἕγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμένου ἐν αὐτῷ (24), ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεννήσῃ τοῦτο ὅ πρότερον συνείληφε· τοιοῦτόν τί μοι νόει γενέσθαι (25) καὶ ἐπὶ τῆς τοῦ φιλομαθοῦς ψυχῆς. Συλλαμβάνει γὰρ τὸν λόγον ὅν ἀπαγγελλόμενον μορφοῖ καὶ τυποῖ αὐτὸν τῇ τάξει. Ὅτ᾿ ἂν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι αὐτὸν ἕτοιμον γενόμενον, μὴ ὡς ἔκτρωμα ἀνέτοιμον καὶ ἀτελὲς παραδιδῷ, ἀλλʼ ὡς τελεσφορηθὲν καὶ τετελειωμένον εἴποιμι ἄν.