Ancient Greek
Page 403
Origen, Homiliae in Leviticum 403
Not analysed yet
ριος· ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου· οὐκ ἔστι κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης» καὶ τὰ ἑξῆς ἕως οὗ· «ἀπὸ πληγῆς ὀδυνηρᾶς ἀνάξω σε, λέγει Κύριος»· ἀνθ' οὗ Ἀκύλας καὶ Σύμμαχος ἐξέδωκαν ὅτι «ἀνάξω συνούλωσίν σοι». Πάλιν δὲ ἑτέρωθι καὶ κατὰ τοὺς ἑβδομήκοντα φανερῶς Ἱερεμίας φησίν· «ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα, ἰατρεύσω αὐτοὺς καὶ φανερώσω αὐτοῖς εἰρήνην καὶ πίστιν· καὶ ἀποστρέψω τὴν ἀποικίαν Ἰούδα καὶ τὴν ἀποικίαν Ἱερουσαλήμ». Οὐκοῦν μετὰ οὐλὴν ἢ οὐ τοσοῦτον μὲν ἔχουσαν τῶν