Ancient Greek
Page 404
Origen, Homiliae in Leviticum 404
Not analysed yet
προημαρτημένων ὡς εἶναι οὐλήν, σημασίαν δέ τινα, ἢ οὐδὲ σημασίαν τρανήν, ἀλλὰ τὴν καλουμένην ‹τηλαυγῆ› ‹γίνεταί› ποτε ‹ἐν τῷ δέρματι τοῦ χρωτὸς ἁφὴ λέπρας›, ἐφ' ᾗ νομοθετεῖται τὰ ἐπιφερόμενα. «Καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν». Τῶν παλαιῶν τις ‹χρῶτα ζῶντα› τὸν λόγον ἐλάμβανεν. Οὗ μὴ παρόντος τῇ ψυχῇ, ὅτι ποτ' οὖν ἐὰν γένηται, ἀνέγκλητος ὁ ἁμαρτών, ἀλόγου φέρων κατάστασιν· εἰ δὲ παρείη λόγος, ὑπεύθυνος. Τί οὖν τὸ ‹καθ' ὅλου τοῦ σώματος γίνεσθαι τὴν ἁφήν›; μήποτε τροπικῶς φρενίτιδας ἢ μελαγχολίας δηλοῖ; μὴ βοηθοῦντος γὰρ τότε λόγου μηδὲ παρούσης αἰσθή-