Ancient Greek
Page 405
Origen, Homiliae in Leviticum 405
Not analysed yet
σεως πᾶν τὸ πραχθὲν ἢ λεχθὲν οὐχ ἁμάρτημα, ἀλλ' ὅτε πάρεστιν αἴσθησις. «καὶ σάρξ, ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος». Τρίτος νόμος οὗτος περὶ λέπρας, ‹ἐὰν ἕλκος ὑγιασθῇ καὶ ἐν τῷ τόπῳ οὐλὴ λευκὴ εὑρεθῇ›. ὡς γὰρ ἐν σώματι πολλὰ νοσημάτων αἴτια, οὕτω καὶ ἐν ψυχῇ· καὶ παυσαμένων τῶν τραυμάτων ‹οὐλὴ λευκὴ› καὶ λεπρώδης εὑρίσκεται ‹ἢ πυρρίζουσα› ὡς ‹ταπεινοτέραν› εἶναι τῆς λοιπῆς ψυχῆς τὴν τοιαύτην κατάστασιν. «Κατάκαυμα πυρός». Μήποτε κατάκαυμά ἐστιν ἐν παντὶ τῷ