Ancient Greek
Page 410
Origen, Homiliae in Leviticum 410
Not analysed yet
καθαρισθῆναι ‹κεδρίνῳ›, ὅπερ σύμβολον τοῦ σωτηριώδους ξύλου, ἐν ᾧ ‹ἐθριάμβευσεν ἀπεκδύσας› ἡμᾶς ὁ Σωτὴρ ‹τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας›. Τοῦ δὲ τιμίου αἵματος διὰ τὸ χρῶμα τὸ ‹κόκκινον› σύμβολον. Τοιοῦτον καὶ τὸ ‹δεθὲν› ἐν τῇ γενέσει τοῦ Φαρὲς καὶ τὸ δειχθὲν ἀπὸ Ῥαὰβ τῆς πόρνης τοῖς κατασκόποις ‹σημεῖον›. Σμηκτικὸς δὲ ‹ὁ ὕσσωπος›. Οὐκ αὐτὸς δὲ ὁ ἱερεὺς σφάζει τὸ ὀρνίθιον· οὔπω γὰρ ἄξιος ἱερέως ‹ἐν ἡμέρᾳ τοῦ καθαρίζεσθαι›· ὅθεν οὐδὲ τὸ αἷμα τῷ θυσιαστηρίῳ προσφέρεται· δέχεται δὲ τοῦτο ‹ἀγγεῖον ὀστράκινον ὕδατος ζῶντος›