Ancient Greek
Page 411
Origen, Homiliae in Leviticum 411
Not analysed yet
προεμβληθέντος, ἵνα γένηται ὁ καθαρισμὸς ‹ὕδατι καὶ αἵματι›, ἅπερ ‹ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς› τοῦ Σωτῆρος κατὰ τὸν Ἰωάννην, ὃς καί φησιν ἐν τῇ ἐπιστολῇ τὰ καθαρίζοντα εἶναι ‹πνεῦμα καὶ ὕδωρ καὶ αἷμα›· καὶ ἐνταῦθα δὲ ‹αἷμα καὶ ὕδωρ καὶ› τοῦ σφαγέντος ὀρνιθίου ‹τὸ πνεῦμα›, δι' ὧν καθαίρεται πρὸς τῇ ἀπὸ τῆς λέπρας καθαρότητι. Ἄνω γὰρ εἶπεν· «ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ», νυνὶ δέ· «καὶ καθαρὸς ἔσται». Καὶ καθαρθεὶς γὰρ τῆς λέπρας ὅμως ὑπὲρ τοῦ μολυσμοῦ τοῦ φθάσαντος χρόνου δεῖται τοῦ παρόντος καθαρισμοῦ, μᾶλλον δὲ καὶ ἄλλων τριῶν. Εἷς γὰρ καθαρισμὸς τό· «ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ» καὶ τρεῖς