Ancient Greek
Page 415
Origen, Homiliae in Leviticum 415
Not analysed yet
Καὶ τῆς ‹ἐν τόπῳ ἁγίῳ› θυσίας ἄξιος γίνεται ὁ ἐπὶ τὸν πέμπτον φθάσας καθαρισμὸν καὶ τὸ θῦμα αὐτοῦ ‹ἅγια ἁγίων› ἐστίν. Ὁ μὲν οὖν ‹περὶ πλημμελείας ἀμνὸς› ἀνδραγάθημα καθαιρετικὸν ἡμαρτημένων· ὁ δὲ ‹ὁλοκαρπούμενος› ἤδη καρπὸς ἄξιος ὢν καὶ δι' ὅλων ἀνατεθῆναι τῷ Θεῷ τροφὴ τῷ πυρὶ ‹τοῦ θυσιαστηρίου› γινόμενος. Μεθ' οὓς ‹τὸ πρόβατον›· οἱ παραμείναντες τῇ ψυχῇ τοῦ καθαριζομένου καρποὶ ἐπ' αὐτὸν ἀναφερόμενοι τὸν καθαριζόμενον. Εἰς δὲ τὰς τρεῖς θυσίας τὰ ‹τρία δέκατα› διαιρεῖται ‹τῆς σεμιδάλεως›· ἐπὶ τῷ πέμπτῳ καθαρισμῷ οὐκ ἄλευρον δέ φησιν, ἀλλὰ ‹σεμίδαλιν›, ὕλην ἄρτου κα-