Ancient Greek
Page 414
Origen, Homiliae in Leviticum 414
Not analysed yet
λαιωδέστερα καὶ ‹πώγωνα› μετ' αὐτὴν ἀποτιθεμένου τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα, διὰ δὲ ‹τῶν ὀφρύων› ἅπασαν οἴησιν—οὕτω καὶ ‹πλύνει τὰ ἱμάτια› δεύτερον καὶ δεύτερον ‹λούεται› καὶ οὕτω ‹καθαρὸς› τέταρτον ἤδη γίνεται. ‹Τῇ δὲ ὀγδόῃ› τῆς ἐν τῇ παρεμβολῇ διαγωγῆς ‹ἡμέρᾳ› οὐκέτι λήψονται ἕτεροι αὐτῷ, ἀλλ' αὐτὸς ‹ἑαυτῷ ἀφήσει ζῷα καὶ ἔλαιον καὶ σὺν ἐλαίῳ σεμίδαλιν› ὡς ἂν ἐν τῇ καθάρσει τελειωθῇ·