Ancient Greek
Ὁμιλία ια΄. Εἰς τὸ »δι᾿ ἐμὲ ἀφανισμῷ ἠφανίσθη Πᾶσα ἡ γῆ« καὶ εἰς τὸ »περίζωμα«.
Origen, In Jeremiam (Homiliae 1-11) 1-8
Not analysed yet
Τίς ἔστιν ὁ λέγων· »δι᾿ ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ«; ὁ Χριστὸς ταῦτά φησιν, οὑ πρὸ τῆς ἀπιδημίας πολλὰ μὲν γεγένηται ἁμαρτήματα τῷ λαῷ, ἀλλ᾿ οὐ τοιαῦτα ὥστε αὐτοὺς πάντῃ ἐγκαταλεφθῆναι καὶ εἰς αἰχμαλωσίαν πολυχρόνιον παραδοθῆναι. ὅτε δὲ ἐπλήρωσαν »τὸ μέτρον τῶν πατέρων« αὐτῶν καὶ προσέθηκαν τῷ ἀνῃρηκέναι τοὺς προφήτας καὶ δεδιωχέναι τοὺς δικαίους τὸ ἀποκτεῖ- Mitte ναι »τὸν Χριστὸν τοῦ θεοῦ«, τότε γεγένηται τὸ »ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν«. καὶ δέ αὐτὸν ταῦτα πεπόνθασιν, καὶ »ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ«.