Ancient Greek
Ὁμιλία ια΄. Εἰς τὸ »δι᾿ ἐμὲ ἀφανισμῷ ἠφανίσθη Πᾶσα ἡ γῆ« καὶ εἰς τὸ »περίζωμα«.
Origen, In Jeremiam (Homiliae 1-11) 2-9
Not analysed yet
εἰ δὲ καὶ ὑψηλότερον ἀκοῦσαι βούλει τοῦ »δι᾿ ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ«, ἴδε τὴν τὴν ἐν σοὶ γῆν τίνα τρόπον ἠφανίσθη ἐλθόντος τοῦ Ἰησοῦ· ἠφανίσθη γὰρ >νεκρωθέντων τῶν μελῶν τῶν ἐπὶ τῆς <καὶ οὐκέτι ἡ τῆ ἐργάζεται τὰ ἑαυτῆς, οὐκέτι γίνεται παρὰ τῷ δικαίῳ τὰ ἔργα τῆς σαρκὸς οἷς ἔθαλλεν ἡ σάρξ, οὐκέτι πορνεία, οὐκέτι ἀκαθαρσία, οὐκ ἀσέλγεια, οὐκ εἰδωλολατρία, οὐ φαρμακεία καὶ τὰ λοιπά. καὶ ὁ σωτὴρ δὲ λέγει· »τί νομίζετε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς· οὐκ ἦλθον βαλεῖν βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν«. ἀληθῶς γὰρ πρὶν μὲν ἐλθῃ, μάχαιρα οὐκ ἦν ἐπὶ τῆς γῆς οὐδὲ >ἡ σὰρξ ἐπεθύμει κατὰ τοῦ πνεύματος οὐδὲ τὸ πνεῦμα κατὰ τῆς σαρκός<· ὅτε δὲ ἦλθεν καὶ δεδιδάγμεθα τίνα μέν ἐστιν τῆς σαρκὸς τίνα δὲ τοῦ πνεύματος, ἡ διδασκαλία ὥσπερ μάχαιρα γεγενημένη ἔν γῇ διεῖλεν τὴν σάρκα καὶ τὴν τῆν ἀπὸ τοῦ πνεύματος· καὶ »ἠφανίσθη« μὲν »ἡ γῆ«, ὅτε τὴν νέκρωσιν Ἰησοῦ ἐν τῷ σώματι περιφέρομεν, καὶ οὐκέτι ζῶμεν κατὰ σάρκα ζῇ δὲ τὸ πνεῦμα, καὶ σπείρομεν οὐδὲν εἰς τὴν σάρκα ἀλλὰ πάντα εἰς τὸ πνεῦμα, ἴνα μὴ θερίσωμεν φθορὰν ἐκ τῆς σαρκὸς ἀλλ᾿ ἀπὸ τοῦ πνεύματος ζωὴν αἰώνιον.