Ancient Greek
Ὁμιλία θ΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος Πρὸς τὸν Ἱερεμίαν Παρὰ χυρίου λέγων· ἀκούσατε τοὺς λόγους τῆς δ.ιαθήκης ταύτης‘ μέχρι τοῦ »ἐπεστράφησαν ἐΠὶ τὰς ἀδικίας τῶν πατέρων. αὐτῶν τῶν Πρότερον«.
Origen, In Jeremiam (Homiliae 1-11) 1.1-3
Not analysed yet
Κατὰ μὲν τὴν ἱστορουμένην παρουσίαν τοῦ κυρίου ἡμῶν Ίησοῦ Χριστοῦ γέγονεν αὐτοῦ ἡ ἐπιδημία σωματικῶς καθολική τις καὶ ἐπι- λάμψασα ὅλῳ τῷ κόσμῳ, ὅτε »ὁ λόγος σάρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«. »ἦν« γὰρ τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίξει πάντα ἄν- θρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἡν, καὶ ὁ κόσμος δἰ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἠλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον«. χρὴ μέντοιγε εἰδέναι ὅτι καὶ πρό- τερον ἐπεδήμει, εἰ καὶ μὴ σωματικῶς, ἐν ἑκάστῳ τῶν ἁγίων, καὶ μετὰ τὴν ἐπιδημίαν αὐτοῦ ταύτην τὴν βλεπομένην πάλιν ἡμῖν ἐπιδημεῖ. καὶ εἰ βούλει τούτων ἀπόδειξιν λαβεῖν, πρόσεχε τῷ ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων· ἀκούσατε« καὶ τὰ ἑξῆς. τίς γὰρ ἐστιν »ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου« εἴτε πρὸς Ιερεμίαν εἴτε πρὸς Ἡσαΐαν εἴτε πρὸς Ἰεξεκιὴλ εἴτε πρὸς ὁνδήποτε ἢ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεόν; ἐγὼ οὐκ οἶδα ἄλλον λόγον κυρίου ἢ τοῦ- τον, περὶ οὗ εἴρηκεν ὁ εὐαγγελιστὴς τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἠν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Καὶ ταῦτα δὲ ἡμᾶς εἰδέναι χρή, ὅτι οὓς μάλιστα ἔστιν ὄνασθαι, πρὸς ἔκαστον ἐπιδημία ἐστὶν τοῦ λόγου. τί γάρ μοι ὄφελος, εἰ ἐπιδεδήμηκεν ὁ λόγος τῷ κόσμῳ, ἐγὼ δὲ αὐτὸν οὐκ ἔχω; ἐκ δὲ τοῦ ἐν- αντίου, εἰ καὶ μηδέπω ὅλῳ τῷ κόσμῳ ἐπιδεδήμηκεν, δὸς δέ με γεγονέναι κατὰ τοὺς προφήτας, ἐγὼ ἔχω τὸν λόγον. καὶ εἴποιμι ἂν ὅτι ὁ Χρι- στὸς γέγονε πρὸς Μωσέα, πρὸς Ὶερεμίαν, πρὸς Ὴσαΐαν, πρὸς ἕκαστον τῶν δικαίων, καὶ τὸ εἰρημένον ὑπ' αὐτοῦ πρὸς τοὺς μαθητάς. »ίδού, ἐγώ εἰμι μεθ’ ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος« ἔργῳ ἐσᾠξετο καὶ ἐγίνετο καὶ πρὸ τῆς ἐπιδημίας αὐτοῦ· ἡν γὰρ μετὰ Μωσέως καὶ ἦν μετὰ Ἡσαΐου καὶ μετὰ ἑκάστου τῶν ἁγίων. πῶς δύνανται ἐκεῖνοιξ λόγον θεοῦ λελαληκέναι τοῦ λόγου τοῦ θεοῦ μὴ ἐπιδημήσαντος αὐτοῖς; ταῦτα δὲ μάλιστα καθ' ἡμᾶς τοὺς ἐκκλησια- στικοὺς ἀναγκαῖόν ἐστιν γινώσκεσθαι, οἵτινες θέλομεν τὸν αὐτὸν εἶναι θεὸν νόμου καὶ εὐαγγελίου, τὸν αὐτὸν Χριστὸν καὶ τότε καὶ νῦν >εἰς πάντας τοὺς αἰῶνας. ἔσονται δὲ οἱ διακόπτοντες τὴν θεό- τητα τὴν πρεσβυτέραν τῆς ἐπιδημίας τοῦ σωτῆρος, ὅσον ἐπὶ τῇ ἑαυτῶν ὑπολήψει, ἀπὸ τῆς θεότητος τῆς ἐπαγγελλομένης ὑπὸ Ἰησοῦ Χριστοῦ. ἡμεῖς δὲ ἕνα οἴδαμεν θεὸν καὶ τότε καὶ νῦν, ἔνα Χριστὸν καὶ τότε καὶ νῦν. ταῦτα διὰ τὸ ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων«. Τί οὖν καὶ ἡμεῖς ἀκούσωμεν; »ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσατε πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοι- κοῦντας ἱερουσαλήμ«. ἄνδρες Ἰούδα ἡμεῖς ἐσμεν διὰ τὸν Χριστόν· πρόδηλον γὰρ ὅτι ἐζ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν«, καὶ τὸ ὄνομα τοῦ ἱούδα ἑὰν παραστήσω κατὰ τὴν γραφὴν ἐπὶ τὸν Χριστὸν ἀναφερόμενον, ἄνδρες Ἰούδα οἱ ἀπιστοῦντες τῷ Χριστῷ Ἰουδαῖοι οὐκ ἔσονται, ἀλλ' ἡμεῖς ὅσοι πιστεύομεν ἐπὶ τὸν Χριστόν. »Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου. αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου( »σὲ αἰνέσαισαν«. οὐκ ἐκεῖνον τὸν Ἰούδαν τὸν υἱὸν τοῦ Ἰακὼβ οἱ ἀδελφοὶ αὐτοῦ ᾔνεσαν. τοῦτον δὲ τὸν Ἰούδαν αἰνέσουσιν οἱ ἀδελφοί, ἐπεί φησιν οὖτος ὁ Ἰούδας· »διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε((. οὐ λέγεται πρὸς ἐκεῖνον τὸν Ἰούδαν. »αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου( ποῦ εὑρίσκεται ἐπὶ νώτου τῶν ἐχθρῶν τὰς χεῖρας ἐκεῖνος ὁ Ἰούδας ἐπιτιθείς; ἡ ἱστο- ρία οὑδὲν τοιοῦτον ἀνέγραψεν περὶ αὐτοῦ. ἐὰν δὲ νοήσῃς τὴν ἐπι- δημίαν τοῦ κυρίου Ἰησοῦ καταργοῦντος τὸν διάβολον, ἀπεκδυομένου »τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας« καὶ δειγματίζοντος καὶ θριαμβεύοντος ἐν τῷ ξύλῳ, ὁρᾷς πῶς ἐπὶ τοῦτον τὸν Ίούδαν πεπλήρωται ἡ λέγουσα προφητεία. »αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου«. εἰ τοῦθ’ οὕτως ἔχει, λέγει δὲ ὁ λόγος νῦν »πρὸς ἄνδρας Ἰούδα«, πρὸς τίνας ἂν λέγοι ἢ πρὸς τοὺς τοὺς πιστεύοντας ἐπὶ τὸν Χριστόν, διὰ τὴν φυλὴν Ἰούδα λεγόμενόν πως καὶ Ἰούδαν;