Ancient Greek
Ὁμιλία θ΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος Πρὸς τὸν Ἱερεμίαν Παρὰ χυρίου λέγων· ἀκούσατε τοὺς λόγους τῆς δ.ιαθήκης ταύτης‘ μέχρι τοῦ »ἐπεστράφησαν ἐΠὶ τὰς ἀδικίας τῶν πατέρων. αὐτῶν τῶν Πρότερον«.
Origen, In Jeremiam (Homiliae 1-11) 2-7
Not analysed yet
»πρὸς ἄνδρας Ἰούδα« λέγεται ὁ λόγος Μαὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ«. αὕτη ἐστὶν ἡ ἐκκλησία. ἔστιν Ι γὰρ ἡ πόλις τοῦ θεοῦ ἡ ἐκκλησία, ἡ Ὅρασις τῆς εἰρήνης, ἐν αὐτῇ έστιν] ἡ εἰρήνη ἥν ἤγαγεν ἡμῖν, εἴγε ἐσμὲν τέκνα εἰρήνης, πληθύνεται καὶ ὁρᾶται. »Ἀκούσατε« οὖν τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλή- σατε πρὸς ἄνδρας Ἰύδα καὶ τοὺς κατοικοῦντας Ἱερουσαλήμ. καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραὴλ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης, ἡς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν( τίς μάλιστα ἀκούει »τῶν λόγων τῆς διαθήκης ἧς ἐνετείλατο ὁ θεὸς τοῖς πατράσιν«; ἆρά γε οἱ πιστεύοντες ἐπ’ αὐτὸν ἢ οἱ μηδὲ Μωσεῖ πιστεύειν ἀποδεικνύμενοι ἐκ τοῦ μὴ πε- πιστευκέναι ἐπὶ τὸν κύριον; φησὶ γὰρ ὁ σωτὴρ πρὸς ἐκείνους. »εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε«; οὐκοῦν ἐκεῖνοι εἰς Μωσῆν οὐ πεπιστεύκασιν, ἡμεῖς δὲ πιστεύοντες εἰς Χριστὸν πιστεύομεν τῇ διαθήκῃ τῇ διὰ Μωσέως, καὶ πρὸς ἡμᾶς λέγεται, ἵνα μὴ κατάρατοι γενώμεθα· ἐπικατάρατος ὁ ἄν- θρωπος ὅς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης, ἧς ἐνετειλάμην τοῖς πατράσιν((. ἐκεῖνοι οὖν ἔχουσιν τὸ ἐπικατάρατοι εἶναι. οὐ γὰρ ἤκουσαν »τῆς διαθήκης, ἧς ἐνετείλατο ὁ θεὸς τοῖς πατράσιν«. »Ἐν ἡμέρᾳ« φησὶν »ᾖ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς«. καὶ ἡμᾶς ἐξήγαγεν ὁ θεὸς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς«, μάλιστα κατὰ τὸν νοήσαντα τὸ γεγραμμένον μένον ἐν τῇ Ἀποκαλύψει Ἰωάννου, ὅτι ὁ τόπος τόπος »ὅπου κύριος αὐ- τῶν ἐσταυρώθη καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος«. εἰ γὰρ »πνευματικῶς καλεῖται Αίγυπτος«, οὐκ οὐκ ἔστιν δὲ αὕτη ἡ Αἵγυπτος ἡ πνευματικῶς καλουμένη Αἴγυπτος, αἰσθητὴ γάρ, δῆλον ὅτι ἐὰν νοήσῃς τὴν τὴν πνευματικῶς καλουμένην Αἴγυπτον καὶ ἐξέλθῃς ἀπ’ αὐτῆς, σὺ εἶ ὁ ἐξελθὼν »ἐκ γῆς Αἰγύπτου καὶ ἐκ τῆς καμίνου τῆς σιδηρᾶς« καὶ λέγεται πρὸς σέ· »ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε κατὰ πάντα« ταυτα. Εἶτ' ἐπαγγελία τοῦ θεοῦ ἐστι πρὸς τοὺς ἀκούοντας, ἐὰν ποιήσωσιν ἅ ἐντέταλται, λέγουσα· καὶ ἔσεσθέ μοι εἰς λαὸν κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν«. οὐ πᾶς ὁ λέγων [ὁ] λαὸς εἶναι θεοῦ λαὸς ἔστιν ἐκεῖνος οὗν ὁ ἐπαγγειλάμενος εἶναι λαὸς θεοῦ »οὐ λαός μου ὑμεῖς« ἤκουσαν ἐν τῷ »διότι οὐ λαός μου ὑμεῖς«, καὶ ἐρρήθη πρὸς τὸν λαὸν ἐκεῖνον »οὑ λαός μου«, καὶ πάλιν οὗτος ὁ λαὸς ἐκλήθη λαός. »αὐτοὶ« γὰρ »παρεξήλωσάν με ἐπ' οὐ θεῷ« περὶ ἐκείνων δὲ λέγει), »παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς«.